Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 67-3
Not analysed yet
Τὰ δὲ ἀρέσκοντα αὐτῷ ταῦτα ἦν. ἀθάνατον ἔλεγε τὴν ψυχὴν καὶ πολλὰ μεταμφιεννυμένην σώματα, ἀρχήν τε ἔχειν ἀριθμητικήν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐτὴν ἰδέαν τοῦ πάντῃ διεστῶτος πνεύματος. αὐτοκίνητόν τε εἶναι καὶ τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς λογιστικὸν μέρος περὶ τῇ κεφαλῇ καθιδρῦσθαι, τὸ δὲ θυμοειδὲς περὶ τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἧπαρ συνίστασθαι.