Ancient Greek
Γ, ΠΛΑΤΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 68-3
Not analysed yet
Περιέχειν δὲ ἐκ τοῦ μέσου διὰ παντὸς κύκλῳ τὸ σῶμα καὶ συνεστάναι ἐκ τῶν στοιχείων. διαιρεθεῖσάν τε κατὰ ἁρμονικὰ διαστήματα δύο κύκλους ποιεῖν συνημμένους, ὧν τὸν ἐντὸς κύκλον ἑξαχῆ τμηθέντα τοὺς ἅπαντας ἑπτὰ κύκλους ποιεῖν. καὶ τοῦτον μὲν κατὰ διάμετρον κ〈ιν〉εῖσθαι ἐπʼ ἀριστερὰ ἔσωθεν, τὸν δὲ κατὰ πλευρὰν ἐπὶ τὰ δεξιά. διὸ καὶ κρατεῖν αὐτὸν ἕνα ὄντα· τὸν γὰρ ἕτερον ἔσωθεν διῃρῆσθαι. καὶ τὸν μὲν εἶναι ταὐτοῦ, τοὺς δὲ θατέρου, λέγων τὴν τῆς ψυχῆς κίνησιν εἶναι τὴν [δὲ] τοῦ ὅλου καὶ τὰς τῶν πλανωμένων φοράς.