Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 7-5
Not analysed yet
ἀρετά, πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας· τοῖον ἐπὶ φρένα βάλλεις κάρτος ἀθάνατον χρυσοῦ τε κρεῖσσον καὶ γονέων μαλακαυγήτοιό θʼ ὕπνου. σεῦ δʼ ἕνεχʼ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι πόλλʼ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.