Ancient Greek
Ε, Κεφ. α′. ΑΡΙΣΤΟΤΕΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 8-5
Not analysed yet
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τʼ Ἀΐδαο δόμους ἦλθον· σᾶς δʼ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τε μιν αὐξήσουσι Μοῦσαι Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου. Ἔστι δʼ οὖν καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον· Εὐρυμέδων ποτʼ ἔμελλεν Ἀριστοτέλην ἀσεβείας γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος, ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.