Ancient Greek
η, Κεφ. β′. ΕΜΠΕΔΟΚΛΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 75-7
Not analysed yet
καὶ σύ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθανάτων· οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων. καὶ ἄλλο· ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης ἔκπεσε καὶ μηρὸν κλάσσατο δεξιτερόν· εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος;