Ancient Greek
η, Κεφ. β′. ΕΜΠΕΔΟΚΛΗΣ
Diogenes Laertius, Lives of the Eminent Philosophers 76-7
Not analysed yet
Ἐδόκει δʼ αὐτῷ τάδε· στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· Φιλίαν θʼ ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δʼ οὕτω· Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδʼ Ἀϊδωνεὺς Νῆστίς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον· Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ. Καὶ ταῦτα, φησίν, ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει, ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης· ἐπιφέρει γοῦν· ἄλλοτε μὲν Φιλότητι συνερχόμενʼ εἰς ἓν ἅπαντα, ἄλλοτε δʼ αὖ δίχʼ ἕκαστα φορεύμενα Νείκεος ἔχθει. >