Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 80-5
Not analysed yet
Φέρεται δʼ αὐτοῦ βιβλία τάδε· διάλογοι· Κεφαλίων. Ἰχθύας. Κολοιός. Πόρδαλος. Δῆμος Ἀθηναίων. Πολιτεία. Τέχνη ἠθική. Περὶ πλούτου. Ἐρωτικός. Θεόδωρος. Ὑψίας. Ἀρίσταρχος. Περὶ θανάτου. Ἐπιστολαί. Τραγῳδίαι ἑπτά· Ἑλένη. Θυέστης. Ἡρακλῆς. Ἀχιλλεύς. Μήδεια. Χρύσιππος. Οἰδίπους. Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων οὐδὲν εἶναι Διογένους φασί· τά τε τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους. Σωτίων δʼ ἐν τῷ ἑβδόμῳ ταῦτα μόνα φησὶ Διογένους εἶναι, Περὶ ἀρετῆς, Περὶ ἀγαθοῦ, Ἐρωτικόν, Πτωχόν, Τολμαῖον, Πόρδαλον, Κάσανδρον, Κεφαλίωνα, Φιλίσκον, Ἀρίσταρχον, Σίσυφον, Γανυμήδην, Χρείας, Ἐπιστολάς.