Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. β′. ΔΙΟΓΕΝΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 81-5
Not analysed yet
Γεγόνασι δὲ Διογένεις πέντε· πρῶτος Ἀπολλωνιάτης, φυσικός· ἀρχὴ δʼ αὐτῷ τοῦ συγγράμματος ἥδε· Λόγου παντὸς ἀρχόμενον δοκέει μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι. δεύτερος Σικυώνιος, ὁ γράψας τὰ περὶ Πελοπόννησον· τρίτος αὐτὸς οὗτος· τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος διὰ τὴν γειτονίαν· πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ. Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.