Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 81-2
Not analysed yet
Ἑταίρας εἰπούσης πρὸς αὐτόν, ἐκ σοῦ κυῶ, οὐ μᾶλλον, ἔφη, γινώσκεις ἢ εἰ διʼ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι. ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα· καὶ ὅς, καὶ τὸ φλέγμα, φησί, καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλʼ ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν. ἐκδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, ἐγω μὲν γάρ, εἶπεν, ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής. πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, οὗ ἕνεκα, φησίν, οἱ ἄλλοι ἐλέγχουσιν.