Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 82-2
Not analysed yet
Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν· ὁ δʼ ὑπολαβών, δός, εἶπε, καὶ περὶ τούτου ζητῶμεν. δόντος δέ, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἠπόρηκα; εἰπόντος πρὸς αὐτὸν Διονυσίου· ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου 〉στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ· ὑπολαβών, οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ. τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων· ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν. ὀργισθεὶς πρὸς Αἰσχίνην μετʼ οὐ πολύ, οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα, εἶπε, ληροῦντες, ἀλλʼ ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις; καὶ ὅς, ἄσμενος, ἔφη·