Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 83-2
Not analysed yet
μνημόνευε τοίνυν, εἶπεν ὁ Ἀρίστιππος, ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον. καὶ ὁ Αἰσχίνης, εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις· ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται. Γεγόνασι δʼ Ἀρίστιπποι τέσσαρες· περὶ οὗ τε ὁ λόγος καὶ δεύτερος ὁ τὰ περὶ Ἀρκαδίας γεγραφώς· τρίτος ὁ μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου· τέταρτος ὁ ἐκ τῆς νεωτέρας Ἀκαδημείας. Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ· ἓν δὲ ἐν ᾧ διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε·