Ancient Greek
Ε, Κεφ. σ′. ΗΡΑΚΛΕΙΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 87-4
Not analysed yet
Περὶ τῆς ἀρχῆς α′ καὶ Νόμων α′ καὶ τῶν συγγενῶν τούτοις. Περὶ ὀνομάτων α′. Συνθῆκαι α′. Ἀκούσιος α′. Ἐρωτικὸς καὶ Κλεινίας α′. Φυσικὰ δὲ Περὶ νοῦ. Περὶ ψυχῆς καὶ κατʼ ἰδίαν περὶ ψυχῆς καὶ Περὶ φύσεως καὶ Περὶ εἰδώλων. Πρὸς Δημόκριτον. Περὶ τῶν ἐν οὐρανῷ α′. Περὶ τῶν ἐν ᾅδου. Περὶ βίων α′ β′. Αἰτίαι περὶ νόσων α′. Περὶ τἀγαθοῦ α′. Πρὸς τὰ Ζήνωνος α′. Πρὸς τὰ Μήτρωνος α′. Γραμματικὰ δὲ Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας α′ β′. Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου α′ β′. Καὶ μουσικὰ δὲ Περὶ τῶν παρʼ Εὐριπίδῃ καὶ Σοφοκλεῖ α′ β′ γ′. Περὶ μουσικῆς α′ β′.