Ancient Greek
Ε, Κεφ. σ′. ΗΡΑΚΛΕΙΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 88-4
Not analysed yet
Λύσεων Ὁμηρικῶν α′ β′. Θεωρηματικὸν α′. Περὶ τῶν τριῶν τραγῳδοποιῶν α′. Χαρακτῆρες α′. Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν α′. Περὶ στοχασμοῦ α′. Προοπτικὸν α′. Ἡρακλείτου ἐξηγήσεις δ′. Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α′. Λύσεων ἐριστικῶν α′ β′. Ἀξίωμα α′. Περὶ εἰδῶν α′. Λύσεις α′. Ὑποθῆκαι α′. Πρὸς Διονύσιον α′. Ῥητορικὰ δὲ Περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας. Ἱστορικά· Περὶ τῶν Πυθαγορείων καὶ Περὶ εὑρημάτων. Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης· τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθʼ ᾅδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.