Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. ε′. ΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 89-5
Not analysed yet
τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, φυγὰς 〈γὰρ〉 καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς δὲ τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι. Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου. Χάριεν δʼ αὐτοῦ Φαβωρῖνος ἐν δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. φησὶ γάρ· παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα; ἔλεγέ τʼ ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλʼ ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, Νικόδρομος ἐποίει.