Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΕΚΤΟΝ, Κεφ. ε′. ΚΡΑΤΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 90-5
Not analysed yet
τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας. Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον. δῆλον οὖν ὡς ὕδωρ ἔπινεν. ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον· ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείσ—οἱ δέ, ἐν Κορίνθῳ ὑπʼ Εὐθυκράτουσ—καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν, ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.