Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ζ′. ΠΕΡΙΑΝΔΡΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 98
Not analysed yet
εὐτυχῶν μὲν μέτριος ἴσθι, δυστυχῶν δὲ φρόνιμος· φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι· ὃ ἂν ὁμολογήσῃς, διατήρει· λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ· μὴ μόνον τοὺς ἁμαρτάνοντας, ἀλλὰ καὶ τοὺς μέλλοντας κόλαζε. Οὗτος πρῶτος δορυφόρους ἔσχε, καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης, ἤκμαζε δὲ περὶ τὴν τριακοστὴν ὀγδόην Ὀλυμπιάδα, καὶ ἐτυράννησεν ἔτη τετταράκοντα. Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι, τὸν μὲν τύραννον, τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην.