Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. ζ′. ΠΕΡΙΑΝΔΡΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 99
Not analysed yet
τοῦτο καὶ Νεάνθης φησὶν ὁ Κυζικηνός, ἀνεψιούς τε εἶιναι ἀλλήλοις. καὶ Ἀριστοτέλης μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν· Πλάτων δὲ οὔ φησι. Τούτου ἐστί· Μελέτη τὸ πᾶν. ἤθελε δὲ καὶ τὸν Ἰσθμὸν διορύξαι. Φέρεται δὲ αὐτοῦ καὶ ἐπιστολή· Περίανδρος τοῖς σοφοῖς “Πολλὰ χάρις τῷ Πυθοῖ Ἀπόλλωνι τοῦ εἰς ἓν ἐλθόντας εὑρεῖν. ἀξοῦντί τε καὶ ἐς Κόρινθον ταὶ ἐμαὶ ἐπιστολαί. ἐγὼν δὲ ὑμᾶς ἀποδέχομαι, ὡς ἴστε αὐτοί, ὅτι δαμοτικώτατα. πεύθομαι ὡς πέρυτι ἐγένετο ὑμῶν ἁλία παρὰ τὸν Λυδὸν ἐς Σάρδεις. ἤδη ὦν μὴ ὀκνεῖτε καὶ παρʼ ἐμὲ φοιτῆν τὸν Κορίνθου τύραννον. ὑμᾶς γὰρ καὶ ἄσμενοι ὄψονται Κορίνθιοι φοιτεῦντας ἐς οἶκον τὸν Περιάνδρου.