Ancient Greek
λς′. Τιμομάχῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 5-3
Not analysed yet
(5) ἀλλ’ οὐδέν γε τούτων ὧν φὴς πενία ἄρα **οὔτε λιμός· πολλὰ γὰρ ἐν τῇ γῆ φύεται, δι’ ὧν ὅ τε λιμὸς θεραπεύεται τό τε ψῦχος, ἐπεὶ οὐδὲ τὰ ἄλογα γυμνὰ ὄντα αἰσθάνεται ψύχους. ἀλλὰ τὰ μὲν ἄλογα οὕτως ἡ φύσις εἶπεν ἐποίησεν. ἀνθρώπους δὲ ὁ λόγος οὕτως ποιεῖ ἔφην, ἀλλ’ οὐ προσποιοῦνται πολλοὶ συνιέναι διὰ μαλακίαν. ἀλλ’ εἰσὶ καὶ ἐνθάδε ἐπίκουροι αἵ τε δοραὶ τῶν ζῴων καὶ τὰ νάκη τῶν προβάτων καὶ οἱ τοῖχοι τῶν σπηλαίων καὶ τῶν οἴκων. οὐ μὴν οὐδὲ καταφρόνησιν ἐργάζεται πενία. Ἀριστείδου γέ τοι τοῦ τοὺς φόρους τάξαντος οὐδεὶς κατεφρόνει πένητος ὄντος, οὔτε κράτους τοῦ Σωφρονίσκου· οὐ γὰρ αὐτὰ ἦσαν βλάβαι, ἀλλὰ μοχ\θηρία.