Ancient Greek
λς′. Τιμομάχῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 4-6
Not analysed yet
(4) εἶτ’ ἔφην παρὸν ὑμῖν αὐτοῖς ἐπιγράφειν τὸ ἰαμβεῖον ταῖς θύραις ἐπιγράφετε; πῶς δέ ἔφην ὁ Ἡρακλῆς εἷς ὢν ἐν τοσαύταις δύναται παροικεῖν οἰ κίαις; κινδυνεύει γὰρ καὶ τοῦτο τὴν μωρίαν τῆς πόλεως ἐνδείκνυσθαι. τίνα οὖν τις εἶπεν, ὦ Διόγενες, ἑτέραν ταύτης εὐφημοτέραν ποιήσαιτ’ ἂν ἀπιγραφήν ; χρὴ γάρ ἔφην πάντως ἐπιγεγράφθαι τῆ θύρᾳ ; πάνυ γε εἶπεν. μάθε ἔφην, Πενία ἐνθάδε κατοικεῖ, μηδὲν εἰσίτω κακόν. εὐφήμει εἶπεν, ἄνθρωπε, ἀλλ’ αὐτὸ τοῦτο κακόν ἐστι. κακόν ἔφην καθ’ ὑμᾶς, καὶ μὴ παρ’ ἐμοῦ μανθά νειν. **ἀλλὰ Λινδίων τοὺς βόας κατέφαγεν. πενία δὲ πρὸς θεῶν κακὸν οὐκ ἔστιν ; εἶπε. τί ποιοῦσαν αὐτήν ἔφην κακὸν λέγεις ; λιμόν εἶπε, ψῦχος, καταφρόνησιν.