Ancient Greek
412.4 to 412.7
Diogenes Sinopensis, Fragmenta 412.4-7
Unproofread scanNot analysed yet
52. Διογένης τὰς εὐμόρφους τῶν ἐταιρῶν ἐκάλεἰ βασιλίσσας· πολλοὺς γὰρ πράττειν, ἀ ἂν προστάττωσι. 53. Διογένης θεασάμενος μειράκιον εὐμορφον καὶ διὰ τοῦτο φιλούμενον ἔφη· Σπουδάσον, μειράκιον, τοὺς τοῦ σώματος ἐραστὰς εἰς τὴν ψυχὴν μεταγαγεῖν. 54. Τοὺς εὐειδεῖς καὶ ἀπαιδεύτους ὁμοίους ἔφη εἶναι ἀλαβάστροις ἔχουσιν ὄζος. 55. Διογένης ἀποδράντος τοῦ οἰκέτου οὐκ ἐφρόντιζε, δεινὸν εἶναι λέγων, εἰ Διογένης μὲν χωρὶς αὐτοῦ ζῆν οὐ δύναται, αὐτοῦ δ' ἐκεῖνος χωρὶς δύναται.