Ancient Greek
412.9
Diogenes Sinopensis, Fragmenta 412.9
Unproofread scanNot analysed yet
Laertius lib. VI, 55 :πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν· Γελῶσιν, ἔφη, εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δύναται. Ἀelianus var. hist. lib. XIII, cap. 28 :Διογένης ἡνίκα ἀπέλιπε τὴν πατρίδα, εἰς αὐτοῦ τῶν οἰκετῶν ἠκολούθει, ὄνομα Μάνης, ὃς οὐ φέρων τὴν μετ' αὐτοῦ διατριβὴν ἀπέδρα. Προτρεπόντων δέ τινων ζητεῖν αὐτόν, ἔφη· Οὐχ αἰσχρόν, Μάνην μὲν μὴ δεῖσθαι Διογένους, Διογένην δὲ Μάνους; Οὕτος δὲ ὁ οἰκέτης εἰς Δελφοὺς ἀλῶμενος ὑπὸ κυνῶν διεσπάσθη, τῷ ὁνόματι τοῦ δεσπότου δίκας ἐκτίσας, ἀνθ' ὧν ἀπέδρασεν.)