Ancient Greek
413.14 to 414.12
Diogenes Sinopensis, Fragmenta 413.14-414.12
Unproofread scanNot analysed yet
71. Εὐδαιμονίαν γὰρ ταύτην εἶναι φαμεν ἀληθινὴν τὴν τὴν διάνοιαν καὶ τὴν ψυχὴν ἀεὶ ἐν ἡσυχίᾳ καὶ ἡλαρότητι διατρίβειν. 72. Διογένης περιπεσὼν δ’ αὐ τισι συμπτώμασιν ἔλεγεν· Εὖγε, ὦ τύχη, ὅτι μου ἀββένως προέστηχας. Ἐν δὲ τοῖς τοιούτοις καιροῖς καὶ ταρατίζων ἀνεφώνει. cum Meinekio περιπεσῶν δ' αὐ τισι. Vulgo περιπεσῶν ἐν τισι vel δ' ἄν τισι.) 73. Διογένης ἰδὼν γραῦν καλλωπιζομένην, εἶπεν· Εἰ μὲν πρὸς τοὺς ζῶντας, πεπλάνησαι, εἰ δὲ πρὸς τοὺς νεκρούς, μὴ βράδυνε. 74. Διογένης ὁ Κυνικός, ὀδυρομένου τινός, ἐπειδὴ ἐπὶ ξένης ἐμελλε τελευτᾶν, εἶπεν· Τί ὀδύρη, ὦ μάταιε; πανταχόθεν γὰρ ἡ ὁδὸς ἡ αὐτὴ εἰς Ἅδου. 75. Διογένης, εἰπόντος τινός, Χαλεπὸν ἐστι τὸ ζῆν· Οὐχ, εἶπεν, ἀλλὰ τὸ κακῶς ζῆν. 76. Ἔλεγεν ὁ Διογένης, ὅτι ἂν μὲν κύνες αὐτὸν σπαράξωσιν, Ὑρκανία ἐσται ἡ ταφή· ἂν δὲ γῦπες ἀπτωνται, Ἰνδική· ἂν δὲ μηδεὶς προσέλθῃ, ὁ χρόνος καλὴν ποιήσει τὴν ταφὴν διὰ τῶν πολυτελεστάτων, ἡλίου καὶ ὕμβρου. 77. Διογένης τοὺς ῥήτορας τὰ δίκαια μὲν ἐφη ἐσπουδακέναι λέγειν, πράττειν δὲ οὐδαμῶς. 78. Διογένης ἐφη νομίζειν ὅσῶν τὴν Τύχην ἐφορμῶσαν αὐτῷ καὶ λέγουσαν· Τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητήρα. 79. Δεινὸς ἦν κατασοβαρεύεσθαι τῶν ἄλλων, καὶ τὴν μὲν Εὐκλείδου σχολὴν ἔλεγε χολήν, τὴν δὲ Πλάτωνος διατριβὴν κατατριβὴν, τοὺς δὲ Διονυσιακοὺς ἀγῶνας μεγάλα θάματα μώροις ἔλεγε· καὶ τοὺς δημαγωγοὺς ὄχλου διακόνους. 80. Ἔλεγεν, ὡς ὅτε μὲν ἴδοι κυβερνήτας ἐν τῷ βίῳ, καὶ ἰατροὺς καὶ φιλοσόφους, συνετώτατον τῶν ζώων νομίζειν εἶναι τὸν ἄνθρωπον· ὅτε δὲ πάλιν τοὺς ἀνειχορήτας καὶ μάντεις καὶ τοὺς προσέχοντας τούτοις, ἢ τοὺς ἐπὶ δόξῃ καὶ πλούτῳ περυσημένους, οὐδὲν ματαιότερον νομίζειν ἀνθρώπου. 81. Πλάτωνα ἐν δεῖπνῳ πολυτελεῖ κατανοήσας ἐλάας οὐχ ἀφάμενον· Τί, φησίν, ὁ σοφὸς εἰς Σικελίαν πλεύσας τῶν τραπέζων τούτων χάριν, νῦν παρακειμένων οὐχ ἀπολαύεις; Καὶ ὅς· Ἄλλὰ νὴ τοὺς θεούς, φησί, Διόγενες, κάκει τὰ πολλὰ περὶ ἐλάας καὶ τὰ