Ancient Greek
412.10 to 413.13
Diogenes Sinopensis, Fragmenta 412.10-413.13
Unproofread scanNot analysed yet
56. Διογένης κοινολογουμένας γυναῖκας θεασάμενος ἔφη· Ἀσπὶς παρ' ἐχίδνης φάρμακον δανείζεται. Ζηλωτὸς ὁστις εὐτύχησεν ἐν τέκνοις, καὶ μὴν πίστῃμοις συμφοραῖς ὠδύρετο. 58. Διογένης ἐρωτηθεὶς πῶς δεῖ πατέρας καὶ υἱοὺς ἀλλήλοις προσφέρεσθαι, ἔφησεν, εἰ μὴ περιμένοιεν αἰτηθῆναι ὑπ' ἀλλήλων, ἀλλὰ διδόντες φθάνοιεν. Ἐπειδὼς δ' ὁ πατὴρ διὰ τὸ προευεργετηκέναι, εἰ μὴ εὐ πάσῃ, ταχέως ἄχθεται· ὁ δὲ υἱὸς ἐντρυφῇ καὶ οὐκ ἀξιοῖ αἰτεῖν. 59. Διογένης ἐρωτηθείς, τί γῆ βαρύτερον βαστάζει; ἔφη· Ἄνθρωπον ἀπαίδευτον. 60. Ἀστρολόγου δέ τινος κατ' ἀγορὰν ἐπιδεικνύντος ἐν τινι πινακίῳ καταγράφους τοὺς ἀστέρας, καὶ φά-σκοντος, ὅτι οὗτοί εἰσιν οἱ πλανώμενοι τῶν ἀστέρων, ἐπακούσας· Μὴ ψεύδου, εἶπεν, ὦ ἑταῖρε· οὐ γὰρ οὗτοί εἰσιν οἱ πλανώμενοι, ἀλλὰ οὗτοι, δεῖξας αὐτῷ τοὺς παρακαθεζομένους. 61. Διογένης, πυνθανομένου τινός, τίνες τῶν ἀν-θρώπων εὐγενέστατοι· Οἱ καταφρονούντες, εἶπε, πλού-του, δόξης, ἡδονῆς, ζωῆς, τῶν δὲ ἐναντίων ὑπεράνω ὄντες, πενίας, ἀδοξίας, πόνου, θανάτου. 62. Διογένης ἰδὼν τοὺς Ἀναξιμένους οἰκέτας πολλὰ ἐκείνῃ περιφέροντας, ἤρετο, τίνες ταῦτα; τῶν δὲ εἰ-πόντων, Ἀναξιμένους· Οὐκ αἰδεῖται, φησί, ταῦτα ἔχων ἅπαντα, αὐτὸς ἑαυτὸν μὴ ἔχων; 63. Διογένης ἔλεγε, μῆτε ἐν πόλει πλουσία μῆτε ἐν οἰκίᾳ ἀρετὴν οἰκεῖν δύνασθαι. 64. Διογένην τὴν πενίαν αὐτοδίδακον ἔφη εἶναι ἐπικοῦρμα πρὸς φιλοσοφίαν· ὁ γὰρ ἐκείνην πείθειν τῷς λόγοις πειράσθαι, ταύτ’ ἐν ἔργοις τὴν πενίαν ἀναγκάζειν. 65. Διογένης, ὁνειδίζαντος αὐτῷ τινος πενίαν μο-χθηροῦ, ἔφη· Διὰ μὲν πενίαν οὐδεὶς πώποτε στρεβλού-μενον εἶδον, διὰ δὲ κακίαν πολλούς. 66. Διογένης τὴν πενίαν ἔλεγεν αὐτοδίδακτον εἶναι ἀρετὴν. 67. Διογένης, ὁνειδίζοντος αὐτῷ τινος πενίαν· Κα-κόδαιμον, εἶπεν, οὐδεὶνα ποτὶ τυραννοῦντα διὰ πενίαν εἶωρακα, διὰ δὲ πλοῦτον τοὺς πάντας. Ὦ θνητὸν ἀνδρῶν καὶ ταλαίπωρον γένος, ὡς οὐδὲν ἔσμεν πλὴν σκιάς ἑοιχότες, βάρος περισσὸν γῆς ἀναστρεφόμενοι. 69. Σωκράτης ἐρωτηθεὶς, τίνες εὐδαίμονες, εἶπεν· Οἵς καὶ φρένες ἀγαθαὶ καὶ λόγος πρόσασιν. 70. Εὐδαιμονία γὰρ μία ἐστὶ τὸ εὐφραίνεσθαι συν-εχῶς, καὶ μηδέποτε λυπεῖσθαι, ἐν ὁποῖρῳ δὴ ἂν τόπῳ ἢ καιρῷ διάρχη τις.