Ancient Greek
415.6
Diogenes Sinopensis, Fragmenta 415.6
Unproofread scanNot analysed yet
85. Ἔλεγεν περὶ μὲν τοῦ παρορύττειν καὶ λακτίζειν dywvίκεσθαι τοὺς ἀνθρώπους, περὶ δὲ καλοκαγαθίας οὐδέν. 86. Τοὺς γραμματικούς ἐθαύμαζε τὰ μὲν τοῦ Ὀδυσσέως κακὰ ἀναζητοῦντας, τὰ δὲ ἴδια ἀγνοοῦντας· καὶ μὴν καὶ τοὺς μουσικούς τὰς μὲν ἐν τῇ λύρᾳ χορδὰς ἀρμόττειν, ἀνάρμωστα δὲ ἔχειν τῆς ψυχῆς τὰ ἤθη· τοὺς μαθηματικούς ἀποβλέπειν μὲν πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ δὲ ἐν ποσὶ πράγματα παρορᾶν· τοὺς ῥήτορας τὰ δίκαια μὲν ἐσπουδακέναι λέγειν, πράττειν δὲ οὐδαμῶς· ἀλλὰ μὴν καὶ τοὺς φιλαργύρους ψέγειν μὲν τὸ ἀργύριον, ὑπεραγαπᾶν δέ.