Ancient Greek
415.9 to 415.11
Diogenes Sinopensis, Fragmenta 415.9-11
Unproofread scanNot analysed yet
87. Κατεγίνωσκε δὲ καὶ τῶν ἐπαινοῦντων μὲν τοὺς δικαίους, ὅτι χρημάτων ἐπάνω εἰσιν, ζηλοῦντων δὲ τοὺς πολυχρηματίας. 88. Ἐκίνει δ’ αὐτὸν καὶ τὸ θύειν μὲν τοῖς θεοῖς ὑπὲρ ὑγιείας, ἐν αὐτῇ δὲ τῇ ὕσει κατὰ τῆς ὑγιείας δεῖπνεν. Ἄγασθαι δὲ καὶ τῶν δούλων, οἱ λαθροφαγόντες δρῶντες τοὺς δεσπότας μηδὲν ἀρπαζοιεν τῶν ἐσθιμομένων. 89. Ἐπῄνει τοὺς μέλλοντας γαμεῖν καὶ μὴ γαμοῦντας, καὶ τοὺς μέλλοντας καταπλεῖν καὶ μὴ καταπλέοντας, καὶ τοὺς μέλλοντας πολιτεύεσθαι καὶ μὴ πολιτευομένους, καὶ τοὺς παιδοτροφεῖν καὶ μὴ παιδοτροφοῦντας, καὶ τοὺς παρασκευαζομένους συμβιοῦν τοῖς δυνασταῖς καὶ μὴ προσιόντας.