Ancient Greek
420.2 to 421.17
Diogenes Sinopensis, Fragmenta 420.2-421.17
Unproofread scanNot analysed yet
122. Ἐκ τοῦ βαλανείου ἐξιῶν, τῷ μὲν πυθομένῳ, εἰ πολλοὶ ἄνθρωποι λούονται, ἠργήσατο· τῷ δ', εἰ πολὺς ὄχλος, ὡμολόγησε. 124. Πλάτωνος ὁρισάμενου, Ἄνθρωπός ἐστι ζῷον δίπουν, ἄπτερον, καὶ εὐδοκιμούντος, τίλας ἀλεκτρυόνα εἰσήνεγκεν αὐτῷ εἰς τὴν σχολὴν καὶ ἔφασιν· Οὕτως ἐστιν ὁ Πλάτωνος ἄνθρωπος. Ὦθεν τῷ ὅρῳ προσετέθη τὸ πλατυώνυγον. 125. Πρὸς τὸν πυθόμενον, ποτὰ ὥρα δεῖ ἀριστᾶν· Εἰ μὲν πλούσιος, ἔφη, ὅταν θέλῃ, εἰ δὲ πένης, ὅτάν ἐχῃ. 126. Ἐν Μεγαρέσιν ἰδὼν τὰ μὲν πρόβατα τοῖς δέρμασιν ἐσκεπασμένα, τοὺς δὲ παῖδας αὐτῶν γυμνοὺς, ἔφη· Λυστιλέστερόν ἐστι Μεγαρέως εἶναι κριόν, ἢ υἱόν. 127. Πρὸς τὸν ἐντινάξαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, Φύλαξαι· Πάλιν γὰρ με, ἔφη, παίειν μέλλεις; 128. Ἔλεγε τοὺς μὲν δημαγωγούς ὄχλου διακόνους· τοὺς δὲ στεφάνους δόξης ἐξανθήματα. 129. Λύχνον μεσ' ἡμέραν ἄψας περιήγει λέγων· Ἄνθρωπον ζητῶ. 130. Εἰστήκει ποτὲ καταχρουνιζόμενος· τῶν δὲ περιστῶτων ἐλεούντων, παρῶν Πλάτων ἔφη· Εἰ βούλεσθε αὐτὸν ἐλεῆσαι, ἀπόστητε, ἐνδεικνύμενος φιλοδοξίαν αὐτοῦ. 131. Ἐντρίψαντος αὐτῷ χονδύλον τινος Ἡράκλεις, ἔφη, οὗν με χρήμα ἐλάθανε τὸ μετὰ περικεφαλαίας περιπατεῖν. 132. Μειδίου χονδυλίσαντος αὐτὸν καὶ εἰπόντος, Τρισχλῖαι σοι κείνται ἐπὶ τῇ τραπέζῃ, τῇ ἐξῆς πυκτικὸς λαβὼν ἱμάντα καὶ καταλὼχας αὐτὸν ἔφη· Τρισχλῖαι σοι κείνται ἐπὶ τῇ τραπέζῃ. 133. Λυσίου τοῦ φαρμακοπολοῦ πυθομένου, εἰ θεοὺς νομίζειν· Πῶς δέ, εἶπεν, οὐ νομίζω, ὅπου καὶ σε θεοῖς ἔχθρὸν ὑπολαμβάνω; 134. Ἰδὼν τινὰ περιρραίνόμενον ἐπεῖπεν· Ὦ κακοδαίμων, οὐκ ἐπίστασαι, ὅτι ὥσπερ τῶν ἐν γραμματικῇ ἀμαρτημάτων περιρραίνόμενος οὐκ ἂν ἀπαλλαγείς, οὕτως οὐδὲ τῶν ἐν τῷ βίῳ; 135. Ἐνεκάλει τοὺς ἀνθρώπους περὶ τῆς εὐχῆς, αἰτεῖσθαι λέγων αὐτοὺς ἀγαθὰ τὰ αὐτοῖς δοκοῦντα, καὶ οὐ τὰ κατ’ ἀλήθειαν. 136. Πρὸς τοὺς περὶ τὰ ὄνειρα ἐπτοημένους ἔλεγεν, ὡς ὑπὲρ ὧν μὲν πράττουσιν ὑπάρ, οὐκ ἐπιστρέφονται ὑπὲρ ὧν δὲ καθεύδοντες φαντασιοῦνται, πολυπραγμονοῦσιν. 137. Ὀλυμπίασι τοῦ κήρυκος ἀνειπόντος· Νικᾷ Διοξίππος ἀνήρ, Οὕτος μὲν δή ἀνδράποδα, ἀνὴρ δὲ ἐγώ. 138. Μετὰ Χαιρώνειαν συλληφθεὶς ἀπήχθη πρὸς Φίλιππον, καὶ ἐρωτηθεὶς, τίς εἴη, Κατάσκοπος, ἔφη, τῆς σῆς ἀπληστίας· ὧν θαυμασθεὶς ἀφέθη.