Ancient Greek
421.21 to 422.7
Diogenes Sinopensis, Fragmenta 421.21-422.7
Unproofread scanNot analysed yet
καὶ Διογένης, ὃς ἔπει παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν ἐδίδασκε μαχομένους, ἀνήχθη πρὸς αὐτόν· ὁ δὲ ἀγνοῶν, ἠρώτησεν αἱ κατάσκοπός ἐστιν· Πάνυ μέν οὖν, ἔφη, κατάσκοπος, ὦ Φίλιππε, τῆς ἀδουλίας σου καὶ τῆς ἀνοίας, δι’ ἣν οὐδεὶς ἀναγκάζοντος ἔργῃ περὶ βασιλείας καὶ τοῦ σώματος 139. Ἀλεξάνδρου ποτὲ πέμψαντος ἐπιστολὴν πρὸς Ἀντίπατρον εἰς Ἀθῆνας διὰ τινος Ἀθλίου παρὼν ἔφη· Ἄθλιος παρ’ ἀθλίῳ δι’ ἀθλίου πρὸς ἄθλιον. 140. Περδίκκου ἀπειλησάντος, εἰ μὴ ἔλθοι πρὸς αὐτόν, ἀποκτενεῖν, ἔφη· Οὐδὲν μέγα· καὶ γὰρ κανθαρίς καὶ φαλάγγιον τοῦτ’ ἂν πράξειεν· ἄνευτο δὲ μᾶλλον ἀπειλεῖν ἡξίου, ὡς, εἰ καὶ χωρὶς ἐμοῦ ζήσαι, εὐδαιμόνως ζήσοιτο. 141. Ἑδὼς πολλάκις λέγων, τὸν τῶν ἀνθρώπων βίον ράδιον ὑπὸ τῶν θεῶν δεδοθῆναι, ἀποκεκρύφθαι δὲ αὐτῶν ζητούντων μελίπηκτα καὶ μύρα καὶ τὰ παραπλήσια. 142. Πρὸς τὸν ὑπὸ τοῦ οἰκέτου ὑποδούμενον, Οὕτω, εἶπε, μακάριός εἶ, ἂν μὴ σε καὶ ἀπομύζη. 143. Θεσαμένου ποτε τοὺς ἱερομνήμονας τῶν ταμιῶν τινὰ φιάλην ὑφηρημένον ἀπάγοντας, ἔφη· Οἱ μεγάλοι κλέπται τὸν μικρὸν ἀπάγουσιν. 144. Θεασάμενος ποτε μειράκιον λίθους βάλλον ἐπὶ σταυρὸν· Εὔγε, ἔφη, τεῦξὴ γὰρ τοῦ σκοποῦ. 145. Πρὸς τὰ περιστάντα μειράκια καὶ εἰπόντα, Βλέπωμεν μὴ δάκῃ ἡμᾶς, Θαμβεῖτε, ἔφη, παιδία· κύων τευτλία οὐκ ἐσθίει. 146. Πρὸς τὸν ἐπὶ τῇ λεοντῇ θρυπτόμενον· Παῦσαι, ἔφη, τὰ τῆς ἀρετῆς στρώματα κατασχύνων. 147. Πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα, ὡς πολυτελῶν παρὰ Ἀλεξάνδρῳ μετέχει, Κακοδαίμων μὲν οὖν ἐστιν, εἶπεν, ὃς καὶ ἀριστᾷ καὶ δεῖπνεῖ, ὅταν Ἀλεξάνδρῳ δόσῃ. 148. Πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν· Ὡσὼ βέλτιον, τοσοῦτο χειρόν. 149. Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. 150. Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἔκαλεῖ ἀντὶ τοῦ τρισθαλίους. 151. Τὸν πλούσιον ἀμαθῆ πρόβατον εἶπε χρυσόμαλλον. 152. Θεασάμενος ἐπὶ ἀσώτου οἰκία ἐπιγεγραμμένον, Πράσσιμος, Ἦδειν, εἶπεν, ὅτι οὕτω κραπαλώσα βραδίως ἐξεμέσει τὸν κεκτημένον.