Ancient Greek
430.4 to 430.7
Diogenes Sinopensis, Fragmenta 430.4-7
Unproofread scanNot analysed yet
247. Εἰπόντος τινός, ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, Καὶ τί δεῖ πράττειν, ἔφη, εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρήσθαι; 248. Ἐρωτηθείς, τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη· Παρρησία. 249. Εἰσελθὼν εἰς διδασκαλίῳ, καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, Σὺν θεοῖς, ἔφη, διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. (Diogenes Laertius lib. VI, 69. Simile est illud Stratonici citharistae apud Athenaeum lib. VIII p. 348, D :διδάσκων γὰρ κιθαριστάς, ἐπειδὴ ἐν τῷ διδασκαλείῳ εἶχεν ἐννέα μὲν εἰκόνας τῶν Μουσῶν, τοῦ δὲ Ἀπόλλωνος μίαν, μαθητὰς δὲ δύο, πυνθανομένου τινὸς πόσους ἔχοι μαθητάς, ἔφη, Σὺν τοῖς θεοῖς δώδεκα.)