Ancient Greek
430.8
Diogenes Sinopensis, Fragmenta 430.8
Unproofread scanNot analysed yet
250. Πρᾶσιν ἤνεγκε γενναϊστάτα· πλέων γὰρ εἰς Ἀἴγιναν, καὶ πειραταὶς ἀλοὺς, ὧν ἦρχε Σκιρπάσιος, εἰς Κρήτην ἀπαγθεὶς ἐππράσκετο· καὶ τοῦ κήρματος ἐρωτῶντος, τί οἶδε ποιεῖν, ἔφη, Ἀνθρώπων ἄρχειν. Ὅτε καὶ δεῖξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν Ξενιάδην, ἔφη· Τούτῳ με πώλει, οὕτως δεσπότου χρήξει. Ἀνέεται δὲ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον, ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις, καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. Ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιμὼν ἔλεγεν· Ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε. Φησὶ δὲ Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ παιδαγωγικῷ, τοὺς γνωρίμους λυτρωσάσθαι αὐτὸν θελῆσαι· τὸν δὲ εὐθὲς αὐτοὺς εἰπεῖν· οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων· δούλου γὰρ τὸ φοβεῖσθαι· τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἰναι.