Ancient Greek
431.6
Diogenes Sinopensis, Fragmenta 431.6
Unproofread scanNot analysed yet
255. Διογένης μειράκιον ἰδὼν ἀτακτοῦν, τὸν παιδαγωγὸν ἐπαίσει, εἰπών, Τί γὰρ ταῦτα παιδεύεις; 256. Διογένης λέγει, ὅτι ὁ θάνατος οὐκ ἔστι κακόν, οὐδὲ γὰρ αἰσχρόν. Λέγει, ὅτι εὐδοξία ψόφος ἐστὶ μαίνομένων ἀνθρώπων. Τὸ δὲ γυμνὸν εἶναι λέγει, ὅτι χρεῖσόν ἐστι πάσης περιπορφόρου· τὸ δὲ ἐπ' ἀστρώτων πέδων καθεύδειν λέγει, ὅτι μαλακωτάτη κοίτη ἐστίν. Καὶ ἀπόδειξιν φέρει ἑκάστου, τὸ θάρσος τὸ αὐτοῦ, τὴν ἀπαρξίαν, τὴν ἐλευθερίαν, εἶτα καὶ τὸ σωματίον στέλδον καὶ συνεστραμμένον.