Ancient Greek
430.9 to 431.3
Diogenes Sinopensis, Fragmenta 430.9-431.3
Unproofread scanNot analysed yet
251. Διογένης ἰδὼν τινα ἐξυρημένον τὸ γένειον, ἔφησεν· Μὴ τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; Ἕτερον δὲ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα, καὶ μεμυρισμένον, καὶ τούτοις ἀκολούθως ἠμπεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν, τί ἐστιν ὁ ἱππόπορνος, νῦν δὲ εὐρήχεναι. 252. Διογένης πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ ἀποτριδομένῳ ἔλεγεν· Εἰθ’ ἡδυνάμην καὶ τὴν γαστέρα τρίψας τῆς πείνης καὶ τῆς ἐνδείας παύσασθαι. —Διογένης ἐν τῇ ἑαυτοῦ πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους. 253. Διογένης ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπὸ τινος, πῶς ἂν ἄνδοξος γίγνοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων. 254. Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεύς ἐπιστάς Διογένει κοιμωμένῳ εἶπεν· Οὐ χρή παννύχιον εἰδεῖν βουληφόρον ἄνδρα. [Iliad. II, 24] καὶ ὁ Διογένης ἀπεκρίνατο· Ὡ λαοί τ' ἐπιτετράραται καὶ τόσα μέριμνεν.