Ancient Greek
435.4
Diogenes Sinopensis, Fragmenta 435.4
Unproofread scanNot analysed yet
285 Ἔφη τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι, δεῖσθαι γὰρ ἀεὶ ποτε σπαργάνων. 286 Ἔλεγε διὰ τὴν μαλακίαν τοὺς ἀνθρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων· ἐκεῖνα γὰρ ὀέστι μὲν ποτὼ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνὰ ὄντα δι’ ἔτους, εἰς οὐκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρί δὲ οὐδὲν χρώμενα, τοῦτο μὲν ζῆν ,ὁπόσον ἡ φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναίρῃ· τοῦτο δὲ ἰσχυρὰ καὶ ὑγιαινότα διάγειν ὁμοίως ἀπαντα, δεῖσθαι δὲ μηδὲ ἰατρῶν μηδὲ φαρμάκων· τοὺς δὲ ἀνθρώπους οὕτω μὲν πᾶνυ φιλοζώους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, τὴν δὲ νοσημάτων γέμοντας, ἀ μηδὲ ἀνομασθαι βέδιον, τὴν δὲ γῆν αὐτοῖς μηδὲ ἐξαρκεῖν παρέχουσαν φάρμακα· δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός, καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὀφελος εἶναι, διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν ,μηδὲ μάντεων μαντευομένων ,μηδὲ ἱερέων καθαιρότων.