Ancient Greek
435.6
Diogenes Sinopensis, Fragmenta 435.6
Unproofread scanNot analysed yet
287 Ἔφη εἰς τὰς πόλεις συνελθεῖν ἀνθρώπους, ὅπως ὑπὸ τῶν ἑαυτῶν μηδὲν ἀδικῶνται, καὶ τὰ δεινότατα πάντα ἐργάζεσθαι, ὥσπερ ἐπὶ τοῦτο ξυνελθλυθότας· διὰ ταῦτα δὲ δοκεῖν αὐτῷ καὶ τὸν μῦθον λέγειν, ὡς τὸν Προμηθέα κολάζοι ὁ Ζεὺς διὰ τὴν εὐεργεσίαν καὶ μετάδοσιν τοῦ πυρός, ὡς ἀρχὴν τοῦτ’ ὄν καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς, οὐ γὰρ δή, τὸν Δία μισεῖν τοὺς ἀνθρώπους, οὐδὲ φθονεῖν αὐτοῖς ἀγαθοῦ τινος.