Ancient Greek
436.2 to 436.4
Diogenes Sinopensis, Fragmenta 436.2-4
Unproofread scanNot analysed yet
289. Διογένης ὁ Σινωπεύς, ὅτε ἐφυγεν ἐκ Σινώπης, ἀφικόμενος εἰς τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. Ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλέως τὴν δίαιταν· καὶ γὰρ ἑκεῖνος τῷ μὲν χειμῶνι ἐν Βαβυλῶνι καὶ Σούσοις ,ἐνὸτε δ’ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιενωτάτοις τῆς Ἀσίας· τοῦ δὲ θέρους ἐν Ἐχβατάνοις τῆς Μηδίας, ὅπου ψυχρώτατος ὁ ἀήρ ἀεὶ ποτὲ ἐστι, καὶ τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὁμοιον· οὕτω δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. (Dio Chrysostomus orat. VI, pag. 197 ed. Reisk. ,280. Διογένης ἔλεγε δεῖν τὸν φρόνιμον ἄνδρα, ὥσπερ τὸν ἀγαθὸν ἰατρὸν ,ὅπου πολλοὶ νοσοῦσιν, ἐκεῖσε ἵέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἀφρονέστεροι) ἐκεῖ μάλιστα ἀποδημεῖν ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν.