Ancient Greek
436.5
Diogenes Sinopensis, Fragmenta 436.5
Unproofread scanNot analysed yet
291. Παρέσχε δὲ καὶ αὐτὸν τῷ βουλομένῳ ἐντυγχάνειν, καὶ ἔλεγε θαυμάζειν, ὅτι, εἰ μὲν ἔφη ὀδόντας ἴασθαι, πάντες ἂν αὐτῷ προσέσειαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι· καὶ νῦ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν γλαυροὺς ὀφθαλμοὺς αὐτῷ ἐπεδείκνυον· ὁμοίως δὲ εἰ σπληνὸς ἢ ποδάγρας ἢ κορυζῆς εἴδειν φάρμακον· ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πειρομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν, οὐδὲ ἐκέλευσεν ἴασθαι αὐτόν, οὐδ’ εἰ πολὺ προσελήφεσθαι ἀργύριον ἐμελλεν.