Ancient Greek · ~7 min
2.53 to 2.75
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 2.53-75
Not analysed yet
Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸν, θήλειάν τε τροφὴν ἔχων ὁρᾶσθαι: ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς. Ἀεὶ τὰ πέρυσι βελτίω: ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον. Αἰγύπτου γάμος: ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων. Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: παραινετικὴ ἡ παροιμία. Ἄλλο γένος κώπης: ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων. Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη. Ἄλλ’ εἰ τορέλλη: σκῶμμα γερόντων. Ἐκ τοῦ τορὸς [,σορὸς,] γίνεται. Ἄκουε τἀπὸ καρδίας: ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων. Ἀλλότρια βάλλειν: ἐπὶ τῶν ἀποτγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί. Ἄλλως ἀναλίσκεις ὕδωρ: ἐπὶ τῶν ματαιολογούντων. Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λεγόντων. Ἄλλοι μὲν σπείρουσιν, ἄλλοι δὲ ἀμήσονται: φανερόνι Ἀκαρπότερος ἀγρίππου: ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον. Ἄρτι μὺς πίσσης γεύεται: ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων. Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει. Ἀσκῷ μορμολύττεσθαι: ἐπὶ τῶν μάτην φοβούντων. Ἄστροις σημαίνεσθαι: ἐπὶ τῶν ἐκ μακροῦ τι ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή. Ἄτλας τὸν οὐρανόν: ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων. Ἀρμοδίου μέλος: ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. **Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλος. Ἀρκαδίην μ’ αἰτεῖς: ἐπὶ τῶν μεγάλα ἢ ἀσύμφορα αἰτούντων. Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς: ἐπὶ τῶν δειλῶν κυνηγῶν. Ἀρχαιότερος Ἰβύκου: ἐπὶ τῶν εὐηθῶν. Οὗτος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν. Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρην: τοῖς πρεσβυτέροις νέαν συνευνάζειν. Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.] Ἆκις ποταμός: ἐπὶ τῶν ἄγαν ψυχρῶν. Ψυχρὸς γάρ ἐστιν οὗτος. Ἀλλότριον ἀμᾷς θέρος: ἐπὶ τῶν κατολιγωρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο, ὅμοιον.