Ancient Greek · ~7 min
2.76 to 2.95
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 2.76-95
Not analysed yet
Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυςημερούντων. Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ἀμφοῖν χεροῖν: ἐπὶ τῶν ἀφειδεὶ προςκειμένων. Ἀξία ἡ κύων τοῦ θρόνου: ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων. Ἀργεία φορά: ἐπὶ τῶν συκοφαντῶν. Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι. Ἀττικὴ πίστις: ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων. Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως. Ἀργυραῖς λόγχαις μάχου, καὶ πάντων κρα τήσεις: ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις. Φιλίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει. Ἄκων μὲν, ὡς Ζεὺς οἶδεν: ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι. Ἀπὸ γραμμῆς αὐτῆς: ἐκ μεταφορᾶς τῶν τρε χόντων. Ἀπὸ χοέως σπάσον: παρόσον οἱ μεθύοντες ἀληθεύουσιν. Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ· ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο. Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ: ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων, Ἀπόλογος Ἀλκινόου: ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους. Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυςκόλων, καὶ δυςτρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. Ἅπερ οἱ γῦπες: ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρενόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν. Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον: ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων. Λουκιανός· καὶ ὅρα μὴ, κατὰ τὴν παροιμίαν, ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιον. Ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν; φανερόν. Ἀρεοπαγίτης: ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων. Ἀρᾶς ἱερόν: ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις. Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν ἀπαι δεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων. Ἀρχὴ ἄνδρα δείκνυσιν: ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων. Ἀρχίλοχον πατεῖς: ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος.