Ancient Greek · ~7 min
8.29 to 8.48
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 8.29-48
Not analysed yet
Τὸ Φρυνίχου πάλαισμα: κατὰ τῶν πανούργως σοφιζομένων. Προδότης γὰρ γέγονε τῶν Λακεδαιμονίων. Τὸ ἄρνιόν σοι λελάληκεν: Τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων. Κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στεγνὰ τὰ πλοῖα Μηλίων γενέσθαι· παραβάται γάρ. Τὸ Δωδωναῖον χαλκεῖον: ἐπὶ τῶν πολλὰ λαλούντων. Τὸν Ὕλαν πραυγάζεις: ἐπὶ τῶν μάτην πονούντων καὶ βοώντων. Καὶ γὰρ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ ζητήσας τὸν Ὕλαν, οὐχ εὗρε. Τρυγόνος λαλίστερος: ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσιν ἠχοῦσιν. Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια: ἐπὶ τῶν τὰ τελευταῖα πονούντων. Τὸν Κολοφῶνα ἐπέθηκεν: ἐπὶ τῆς βεβαίας ψήφου. Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων. Τὰ πρῶτ’ ἀρίστους παῖδας Αἴγινα τρέφει: ἐπὶ τῶν τὰ πρῶτα καὶ ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων. Τὰς ἐν ᾅδου τριακάδας: [τιμᾶται ἡ τριακὰς] ἐν ᾅδου διὰ τὴν Ἑκάτην. Καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτῃ ἓν εἶναι δοκοῦσιν. Τὸ Πάσητος ἡμιωβόλιον: οὗτος μαλακὸς ἦν ὁ Πάσης, ἐπὶ μαγείᾳ διενηνοχώς. Τὸ γὰρ ἡμιώβολον διδοὺς, παρ’ ἑαυτῷ πάλιν εὕρισκε. Τὸ βασιλικὸν βοίδιον: ἐπὶ Ππολεμαίου τοῦ νέου βοῦς ἔτεκεν ἓξ βοίδια. Λέγεται οὖν ἐπὶ τῶν πολυτόκων. Τίς ἐν Κύδωνος: ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους. Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος, ἐπὶ τῆς γλώσσης τοῦ μεθύοντος: ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλήθειαν λεγόντων. Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον: ἐπὶ τῶν ἀδυνάτων. Τὸν καπνὸν φεύγων, εἰς τὸ πῦρ ἐνέπεσον: ἐπὶ τῶν τὰ μικρὰ τῶν δεινῶν φευγόντων, καὶ εἰς μείζονα δεινὰ ἐμπιπτόντων. Τίς πατέρ’ αἰνήσει, εἰ μὴ κακοδαίμονα τέκνα: ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα ἀπορίᾳ ἰδίᾳ προφερόντων. Ὁμοία τῇ, Κατὰ σαυτὸν ἔλαυνε. Καὶ, Ἣν ἔλαχες Σπάρταν κόσμει. Παραινεῖ γὰρ μὴ τοῖς **ὑπὲρ ἀξίαν ἐπιπηδᾶν. Τιτᾶνας καλεῖν: ἐπὶ τῶν κεκραγότων τινὰς εἰς βοήθειαν. Τὸν ξύοντα δ’ ἀντιξύειν: ἐπὶ τῶν διὰ χάριν χάριτας ποιούντων.