Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DIONYSIUS_CHALCIDENSIS
DIONYSIUS CHALCIDENSIS, Fragmenta 1
Not analysed yet
Οἱ Ἀρκάδες δοκοῦσι πρὸ τῆς σελήνης γεγονέναι, ὡς καὶ Εὔδοξος ἐν τῇ περιόδῳ. Θεόδωρος δὲ ἐν εἰκοστῷ ἐννάτῳ (ἐν κβ· cod. Par.) ,ὀλίγῳ πρότερον φησὶ τοῦ πρὸς τοὺς γίγαντας πολέμου Ἡρακλέους τὴν σελήνην φανῆναι. Καὶ Ἀρίστων ὁ Χῖος ἐν ταῖς Θέσεσι (Κτίσεσι em. Rutgersius), καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν πρώτῳ Κτίσεων τὰ αὐτά φασι· καὶ ἔθνος δὲ Ἀρκαδίας Σεληνίτας εἶναι. Μνασέας δέ κτλ.