Ancient Greek
2 to 7
DIONYSIUS CHALCIDENSIS, Fragmenta 2-7
Not analysed yet
Ὅτι βʹ πόλεις ἦσαν τῆς Λίμνου Μύρρινά τε καὶ Ἡφαιστία δηλοῖ καὶ Διονύσιος ὁ Χαλκιδεὺς ἐν γʹ Κτίσεων. Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ τοῖς ῥήμασι τοῖς συντασσομένοις δοτικαῖς αἰτιατικὰς πρότερον ἐπιφέροντες τὰς δοτικὰς συνάπτουσιν· οἷον Διονύσιος ὁ Χαλκιδεύς· «Μυρρίνην τὴν Ἀμαζονίδα περιβλεψάμενος, ἔδωκεν αὐτῷ τὰς ἄλλας Ἀμαζονίδας μετακαλέσασθαι.» Ἡραῖον τεῖχος . . . χωρίον ἐστὶν ἐν Θρᾴκῃ οὕτως ὀνομαζόμενον, ὑπὸ Σαμίων δὲ οἰκίσθη, ὥς φησι Διονύσιος ἐν εʹ Κτίσεων. Πραξιδίκη, θεὸς, ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ Περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν, καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν· ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας· Ἀλκομενίαν, Θελξινίαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. Τελμισσεῖς οἰκοῦσιν ἐν Καρίᾳ, ἀπέχοντες ξʹ στάδια Ἁλικαρνασσοῦ, ὡς Πολέμων (fr. 35). Τελμισσὸς δὲ πόλις ἐν Λυκίᾳ ἀπὸ Τελμισσοῦ τοῦ Ἀπόλλωνος καὶ μιᾶς τῶν Ἀντήνορος θυγατέρων, ᾗ ἐμίγη εἰς σκύλακα μεταβαλών· διὸ καὶ τερασκόπον αὐτὸν ἐποίησεν, ὡς Διονύσιος ἐν Κτίσεσιν. Πᾶσα γῆ πατρίς: τοῦτο μέρος ἐστὶ χρησμοῦ,ὃν ἀνεῖλεν ὁ θεὸς Μελεῷ τῷ Πελασγῷ περὶ οἰκήσεως μαντευομένῳ. Μέμνηται τοῦ χρησμοῦ καὶ Μνασέας καὶ Διονύσιος ὁ Χαλκιδεύς. Σουίδας γὰρ καὶ Ἀριστοτέλης οἱ περὶ Εὐβοίας πεπραγματευμένοι, καὶ ὁ τοὺς Φρυγίους λόγους γράψας, καὶ Δηίμαχος καὶ Διονύσιος ὁ Χαλκιδεὺς, οὐ τὴν περὶ Ἀχιλλέως διεσπαρμένην ἀφῆκαν ἡμῖν ἐπὶ χώρας δόξαν. Ἀλλὰ τοὐναντίον οἱ μὲν ἐκ Θέτιδος αὐτὸν νομίζουσι γεγονέναι, τῆς Χείρωνος, Δηίμαχος δὲ ἐκ Φιλομήλης τῆς Ἄκτορος· ἄλλοι δὲ ἄλλως περὶ αὐτοῦ ἀποφαίνονται. Ὅτι δ ̓ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία, πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεὺς, φήσας περιοικεῖν τὴν Ἀσκανίαν λίμνην Φρύγας καὶ Μυσούς· ἔπειτα Διονύσιος ὁ τὰς Κτίσεις συγγράψας, ὃς τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενὰ, ἃ νῦν Θρᾴκιος Βόσπορος καλεῖται, πρότερόν φησι Μύσιον Βόσπορον προσαγορεύεσθαι. Τοῦτο δ ̓ ἄν τις καὶ τοῦ Θρᾷκας εἶναι τοὺς Μυσοὺς μαρτύριον θείη.