Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 1-10
Not analysed yet
Τάδε πλημμελούμενα ἐν ταῖς μελέταις· οἳ μὲν ἠθῶν ἀμοίρους τοὺς λόγους ποιοῦνται οἰόμενοι τοῦ |πράγματος εἶναι τὸν ἀγῶνα, τὸ δὲ ἦθος ἐν παρέργῳ τιθέ- μένοι· οἳ δὲ περὶ τὴν κρᾶσιν τῶν ἠθῶν οὐ σπουδαίως ἔχουσιν, ἀλλ’ ἂν μὲν ἀπλοῦν ᾖ τὸ ἦθος καὶ παντί τῳ ἰδεῖν ἐκκείμενον, ἰδόντες καὶ προσπεσόντες χρῶνται τῷ ἦθει· ἂν δὲ διπλοῦν ᾖ ἢ τριπλοῦν καὶ ποικιλώτερον, οὔτε τὰς διαιρέσεις τῶν ἠθῶν ζητοῦσιν οὔτε περὶ τὴν κρᾶσιν αὐτῶν πραγματεύονται· ὅθεν αὐτοῖς οὐδὲ ἀγωνίζεσθαι τοῖς ἤθεσιν συμβαίνει, ἀλλ’ ὁ τοῦ ἤθους ἀγὼν ὑπάρχει τὰ καλούμενα ἐπιφωνήματα, προστυχοῦσαί τινες αὐτόματοι φωναὶ ἠθικαί. παρ’ ὃ καὶ τὸν ἔπαινον καρποῦνται γυμνὰ τὰ ἤθη φθεγγόμενοι, δέον καθόλου τούτοις διαγωνίζεσθαι, ὥςπερ σώματι ψυχὴν συμπλέκοντας τὰ ἤθη τοῖς πράγμασιν. ἔτι τε οὐχ ὑποτείνουσι τὸ ἓν μέγα ἦθος (ἔστι δὲ τοῦτο 〈τὸ〉 ἐκ φιλοσοφίας), οὗ τὰ ἄλλα πάντα 〈τὰ〉 κατὰ μέρος ἐξήρτηται πρόσφορα τοῖς ἑκάστοτε ὑποκειμένοις προσώποις· παρ’ ὃ καὶ μικρότεροι ἐν ταῖς τῶν ἠθῶν χρείαις εἰσίν, ὁπόταν καὶ τὰ ἤθη ||μεταχειρίζωνται, οὐδαμοῦ τὸ μεγαλοπρεπὲς διασῴζοντες, δέον τοῦτο φυλάττειν πανταχοῦ. ὥςπερ γὰρ ἐν ψυχῇ δεῖ τὸν λογισμὸν κρατεῖν, θυμὸν δὲ καὶ ἐπιθυμίαν τούτῳ ὑπακούειν, καὶ ὅσα γε θυμῷ πράττομεν, μετὰ λογισμοῦ θυμοῦσθαι, ὅσα δὲ ἐπιθυμίαις χαριζόμεθα, μὴ ἄγαν ἀλογίστως χαρίζεσθαι· οὕτω δὲ δεῖ κἀν τῷ λόγῳ ἓν μὲν ἦθος ἐκεῖνο τὸ μέγιστον τὸ ἐκ φιλοσοφίας ὥςπερ λογισμὸν ὑποκεῖσθαι τῷ λόγῳ, τὰ δὲ ἄλλα ἐπάγειν, τὰ θυμικὰ λέγω καὶ τὰ οἰκτρὰ καὶ τὰ ἀστεῖα καὶ τὰ πικρὰ καὶ τὰ ἐπίφθονα, πάντα ταῦτα ἐκείνου ἐξηρτημένα καὶ ἀλλήλοις συγκε- κραμένα κατὰ τὸν τῆς χρείας λόγον.