Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 2-10
Not analysed yet
Τοῦτο τὸ ἦθος Πλάτων ὑποθέμενος καὶ τὰ τῶν σοφιστῶν καὶ τὰ τῶν πολιτικῶν καὶ τὰ τῶν δημιουργῶν, καὶ τὰ τῶν μειρακίων καὶ τὰ τῶν ἀνδρῶν καὶ τὰ τῶν πρεσβυτέρων, καὶ τὰ τῶν γυναικῶν, καὶ τὰ τῶν |δούλων καὶ τὰ ἐλευθέρων ἤθη κατὰ λόγον τούτῳ συνέπλεξεν. τοῦτο καὶ Δημοσθένης ὑποθέμενος δι’ ὅλου μεγαλοπρεπής ἐστιν ἐν τοῖς λόγοις, ὁμοίως ἔν τε τοῖς συμβουλευτικοῖς τὸ τοῦ πολιτικοῦ ἦθος ὑποθέμενος καὶ τὸ τοῦ κολακεύοντος τούτῳ συμπλέκων 〈καὶ ἐν τοῖς δικανικοῖς〉 **. **καὶ διαφέρων τὴν δόξαν τοῦ συναγορεύοντος, ἐν οἷς πραχθῆναι συναγωνίζεται, κατὰ μίμησιν τὴν Πλάτωνος. καὶ γὰρ ἐκεῖνος τὰ δόγματα οὐκ αὐτὸς ἀποφαίνεται, εἶτα περὶ αὐτῶν διαγωνίζεται· ἀλλὰ ἐν μέσῳ τὴν ζήτησιν ποιούμενος πρὸς τοὺς διαλεγομένους εὑρίσκων μᾶλλον τὸ δέον δόγμα ἢ φιλονεικῶν ὑπὲρ αὐτοῦ φαίνεται, πλὴν ὅσα περὶ τῶν κρειττόνων ἢ καθ’ ἡμᾶς διαλέγεται. τοῦτο καὶ Ὅμηρος πανταχῇ τηρῶν καὶ πάντα ἤθη καὶ πάσας φαντασίας ἀπὸ τοῦ ἴσου ὑμνῶν καὶ τῇ τοιαύτῃ τέχνῃ μεταχειριζόμενος πρὸς τὰς διαφορὰς τῶν ὑποκειμένων προσώπων ποιεῖται τὴν διάκρισιν. |