Ancient Greek
Μέθοδος ἐπιθαλαμίου
Dionysius of Halicarnassus, Ars Rhetorica 1-4
Not analysed yet
Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ θρύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος· ἐχόμενος δ’ ὅ τι μάλιστα καὶ ἀκόλουθος 〈ἂν〉 εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν εἷς καὶ ὁ αὐτὸς ὢν τῷ γαμικῷ, πλὴν τῷ χρόνῳ διαφέρων, ἐπὶ τετελεσμένοις τοῖς γάμοις λεγόμενος οὗτος· οὐ μὴν τοῖς γε ἄλλοις ἀπᾴδων τοῦ προειρημένου, καὶ ὥςπερ ἀντὶ ὑμεναίων ἐπᾳδόμενος τοῖς γάμοις. τινὰ μὲν οὖν καὶ παρὰ Σαπφοῖ τῆς ἰδέας ταύτης παραδείγματα, ἐπιθαλάμιοι οὕτως |ἐπιγραφόμεναι ᾠδαί· ἀλλ’ ἐπειδὴ οὐχ ἡ αὐτὴ μεταχείρισις ποιήσεως τε καὶ πεζοῦ λόγου, ἀλλ’ ὥςπερ τοῖς μέτροις, οὑτωσὶ δὲ καὶ τοῖς ἐννοήμασι διενήνοχεν ταῦτα, τοῦτον ἄν μοι δοκεῖς τὸν τρόπον καὶ τοῦτον τὸν λόγον προσφόρως μεταχειρίσασθαι, εἰ ἐν μὲν τῷ προοιμίῳ εὐθὺς αὐτὸ τοῦτο ἐπισημαίνοιο, ὅτι οἱ μὲν ἄλλοι τὸν ὑμέναιον ᾄδουσιν, ἡμεῖς δὲ ἀντὶ τοῦ ὑμεναίου τὸν λόγον, οὐχ ὑπ’ αὐλοῖς ἢ πηκτίσιν ἢ νὴ Δία καλλιφωνίᾳ τινὶ τοιαύτῃ, ἀλλὰ ἐπαίνοις καὶ ὕμνοις τῶν γεγαμηκότων.