Ancient Greek
Μέθοδος ἐπιθαλαμίου
Dionysius of Halicarnassus, Ars Rhetorica 2-4
Not analysed yet
Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι· σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾇ |περὶ γένους ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον περὶ τὸν γάμον καὶ τὴν σύζευξιν αὐτοί· ὅπως διάκεινται ἐπὶ τῷ γάμῳ οἱ οἰκεῖοι, οἱ ἀλλότριοι, ἡ πόλις αὐτὴ δημοσίᾳ· ὅτι πᾶσι διὰ σπουδῆς ὁ γάμος ἐστίν, καὶ ὁ γάμος ἔοικεν πανηγύρει τινὶ καὶ νεομηνίᾳ καὶ δημοτελεῖ ἑορτῇ τῆς πόλεως. ὥςπερ δὲ ἐν τοῖς γαμικοῖς ἠξιοῦμεν πρὸς τοῖς ἄλλοις ἐπισκοπεῖν, οἷον εἰ ἐκ τῆς αὐτῆς πατρίδος, εἰ ἐκ τοῦ αὐτοῦ γένους, οὑτωσὶ δὲ μηδὲ ἐν τούτῳ παρὰ φαῦλον ποιεῖσθαι τὸ μέρος τοῦ λόγου τοῦτο.