Ancient Greek
Περὶ τῶν μελέταις πλημμελουμένων
Dionysius of Halicarnassus, Ars Rhetorica 13-3
Not analysed yet
Ἃ τοίνυν πλημμελοῦμεν ἐν προοιμίῳ μελετῶντες, ταῦτά ἐστι. πρῶτον μὲν ὡς εἰδόσι τοῖς δικασταῖς διαλεγόμεθα προοιμιαζόμενοι, γελοιότατον πάσχοντες, ἐπειδὴ προβάλλομεν πρὸ τῆς μελέτης τὴν ὑπόθεσιν, ἡγούμενοι καὶ τὸν δικαστὴν ὥςπερ τὸν ἀκροατὴν ἐπίστασθαι τὸ πρόβλημα. δεῖ δὲ ἐν τῷ προοιμίῳ καὶ παρανοίγειν τὸ πρᾶγμα, ἐπὶ κεφαλαίων προδηλοῦντα, περὶ ὧν ὁ ἀγὼν γενήσεται. ἔπειτα δὲ νόμον τινὰ προοιμιίων ἐποιήσαντο τὰ προοίμια, οὐκ εἰδότες ὅτι ἓν ἐξαρκεῖ 〈πολλάκις〉, πολλάκις δὲ καὶ πλειόνων δεῖ. ἔτι τοίνυν πολλοὶ προκαταχρῶνται τοῖς κεφαλαίοις ἐν τοῖς προοιμίοις, οὐδὲ νοοῦντες, ὅτι τὰ προοίμια δεῖ σύστασιν μὲν εἶναι τῶν κεφαλαίων, οὐκέτι δὲ αὐτὰ κεφάλαια. ὅθεν καὶ τῶν ἀντι|δίκων ὑπολήψεις ἐν προοιμίοις διαλαμβάνουσιν. ἔτι μέντοι καὶ λοιδορούμεθα πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι, οὐκ εἰδότες οὐδὲ τοῦτο, ὅτι ῥήτωρ λοιδορίᾳ χρῆται ὡς πίστει ἤτοι κατὰ ἤθους ἢ κατὰ πραγμάτων χρείαν· ἡμεῖς δὲ πανταχοῦ τοῖς ἀντιδίκοις προοιμιαζόμενοι λοιδορούμεθα. ἔτι μέντοι ἓν σχῆμα τῶν προοιμίων ἡμῖν ἐστι, τὰ στρογγύλα καὶ τὰ περιφερῆ λέγειν προοίμια· οὐκ ἴσμεν δὲ ὅτι καὶ τὰ ἀποτεταμένα ἔστιν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ ἀπὸ παροιμίας που ἄρχεται προοίμιον, καὶ παράδειγμά που καὶ εἰκόνα προοίμιον ἔχει. πάντων δὲ τούτων τῶν ἀγνοημάτων 〈αἴτιον〉 τὸ μὴ ἐπίστασθαι, τί τὸ κεφάλαιόν ἐστι τοῦ προοιμίου καὶ τίς ἡ τέχνη ἐστί. τὸ δὲ κεφάλαιον τοῦ προοιμίου δόξα προσώπων τε καὶ πραγμάτων· δεῖ γὰρ ἢ συστῆσαι ἢ διαβαλεῖν ἢ πρόσωπον ἢ πρᾶγμα. ἡ δὲ τέχνη τοῦ προοιμίου προδιοίκησις τοῦ παντὸς ἀγῶνος. δεῖ γὰρ παρασκευάσαι τὸν ἀκροατὴν ἐν τῷ προοιμίῳ, ὡς συμφέρει τῷ ῥήτορι τοῦτον τὴν τοῦ |παντὸς ἀγῶνος ἀκρόασιν ποιήσασθαι. ἐντεῦθεν καὶ τὰ μέτρα τῶν προοιμίων εὑρίσκομεν κατὰ τὰς διοικήσεις καὶ τὰς πλάσεις καὶ τὴν ἑρμηνείαν. ταῦτα μέν ἐστι κεφάλαια περὶ τῆς ἐν προοιμίοις πλημμελείας.