Ancient Greek
11 to 12
Dionysius of Halicarnassus, Ars Rhetorica 11-2-12
Not analysed yet
Ἀκόλουθος δὲ τῇ λέξει καὶ ὁ περὶ τῶν σχημάτων λόγος, ὅτι καὶ ἀπλάστως καὶ ἀσχηματίστως λέγουσιν, ὥςπερ καὶ ἀγοραίως τοῖς ὀνόμασιν. οἳ δὲ καὶ πανταχόθεν σχήματα συνάγουσιν ἀγνοοῦντες τὸν καιρὸν αὐτῶν, ὥςπερ καὶ τῶν ὀνομάτων. τοιαῦτα μέν τινα καθόλου λέγειν ἔχομεν 〈πλημμελούμενα〉 ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει. Φέρε δὴ κατὰ μέρος σκεψώμεθα ἀπὸ τῶν τῆς ὑποθέσεως στοιχείων τὰ ἐν ἑκάστῳ στοιχείῳ πλημμελήμα|τα· ἔστι δὲ τὰ τῆς ὑποθέσεως στοιχεῖα τέσσαρα· προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι.