Ancient Greek
Περὶ λόγων ἐξετάσεως
Dionysius of Halicarnassus, Ars Rhetorica 2-11
Not analysed yet
Τί ποτ’ ἐστὶν ὃ λέγω, μαθεῖν χρή. τὸ ἦθος φημὶ διπλοῦν εἶναι, κοινόν τε καὶ ἲδιον. πῇ διορίζω τὸ κοινὸν καὶ τὸ ἴδιον ἀπ’ ἀλλήλων, φράσω. κοινὸν λέγω τὸ φιλοσοφίας ἐχόμενον. ἔστι δὲ τοῦτο τί; τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας ἀπαλλάττον. ἴδιον δὲ λέγω τὸ ῥητορικόν. ἔστι δὲ τοῦτο τί; τὸ πρέποντας καὶ προσήκοντας τοὺς λόγους ποιεῖσθαι περὶ τῶν ὑποκειμένων πραγμάτων τῷ λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος· 〈οὗ〉 ὅ τί ποτέ ἐστιν, 〈ἔστιν〉 ὁ ἀγὼν τοῖς βυβλίοις πᾶσιν, καὶ τοῖς παλαιοῖς 〈καὶ τοῖς νέοις〉. τί οὖν περὶ τούτων λέγω; τὰ βυβλία μεστά ἐστι δικαίων ἠθῶν, ἀδίκων, σωφρόνων ἀκολάστων, ἀνδρείων δειλῶν, σοφῶν ἀμαθῶν, πράων ὀργίλων. ἔξεστιν οὖν καταλιπόντας τὰ ὀνόματα, ἐκλαβόντας 〈τὰ〉 ἤθη φιλοσοφῆσαι τὰ τοῦ βίου πράγματα, καὶ τὰ μὲν μιμήσασθαι, τὰ δὲ φυγεῖν· οἷον εἴ τις λαβὼν παρὰ Ὁμήρου τὸ ἦθος τοῦ Ἀλεξάνδρου λυμηναμένου ξένου οἰκίαν καὶ ἁρπαγὴν ποιησαμένου ἀλλοτρίας γυναικὸς μισοῖ μὲν τὸ ἦθος, φυλάττοιτο δὲ καὶ τὴν τύχην, ὡς καὶ τὴν πατρίδα τούτου |κατασκαφεῖσαν καὶ τὸν οἶκον ἀνατραπέντα καὶ μεγίστην τιμωρίαν καὶ παρὰ ἀνθρώπων καὶ ἐκ θεῶν γενομένην. πάλιν αὖ ἔστι πονηρὸν ἦθος τοῦ Πανδάρου συγχέοντος τοὺς ὅρκους· ἡ τιμωρία φαίνεται ἐπαξία τοῦ ἁμαρτήματος. Νέστορός που σωφροσύνη φαίνεται· τοῦτο εἰς ἀρετὴν συντελεῖ. λέγει που ὁ Ζεὺς περὶ τοῦ Ἕκτορος, εὐοέβειαν αὐτῷ μαρτυρῶν οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥςπερ ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύση. τοῦτο καὶ λάτων εἶπεν, ὅτι ἡ ποιητικὴ μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει. παιδεία ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ ἱστορίας λέγων, ὅτι καὶ στορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· ὅσοι δὲ βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι, ὠφέλιμα ***χρῆσθαι ταῖς παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.