Ancient Greek
Περὶ λόγων ἐξετάσεως
Dionysius of Halicarnassus, Ars Rhetorica 3-11
Not analysed yet
Περὶ δὲ τοῦ ἰδίου ἤθους, ὃ ῥητορικὸν καλοῦμεν καὶ τρόπον τινὰ οὗτος ὁ λόγος περὶ διαιρέσεώς ἐστιν· περὶ οὗ μηδεὶς γέγραφεν μηδὲ εἴρηκέν ποτε. οἱ γὰρ ἀγῶνές εἰσιν τῷ ῥήτορι δύο, ὁ τοῦ πράγματος καὶ ὁ τοῦ ἤθους· πρεσβύτερος δ’ ὁ τοῦ ἤθους καὶ κυριώτερος, καὶ ὡς εἰπεῖν τῷ ῥήτορι μόνος ὁ τοῦ ἤθους ἀγών ἐστιν. τὸ γὰρ πρᾶγμα οἰκείαν ὕλην εἰς χορηγίαν παρέχει· ἡ τῶν ἠθῶν θεωρία ἀριθμῷ καταληφθεῖσαν διαίρεσιν ἠθῶν παραδίδωσι. συνέλωμεν οὖν καὶ τὰ ἤθη ἀριθμῷ καταδησώμεθα, ὥςτε μηδὲν ἡμᾶς δύνασθαι διαφυγεῖν. τὰ τοίνυν ἴδια καὶ ῥητορικὰ ἤθη τούτοις διαιρεῖται· κατὰ ἔθνη, γένη, ἡλικίας, προαιρέσεις, τύχας, ἐπιτηδεύσεις. ἑπτὰ οὗτοι τόποι· τὸ γὰρ ἔθνος διπλοῦν, ἔκ τε τοῦ κοινοῦ παντὸς καὶ τοῦ ἰδίου.