Ancient Greek
Μέθοδος γαμηλίων
Dionysius of Halicarnassus, Ars Rhetorica 2-2
Not analysed yet
προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει |γε τοιοῖςδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν **ἀπὸ θεῶν, καὶ ὅτι οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· εὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.