Ancient Greek
Μέθοδος γαμηλίων
Dionysius of Halicarnassus, Ars Rhetorica 3-2
Not analysed yet
Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν |ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ιὧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγισθαι, νομένων ὥςπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ’ αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.